TLG 1016 001 :: OSTANES Magus :: Ὀστάνου φιλοσόφου πρὸς Πετάσιον περὶ τῆς ἱερᾶς ταύτης καὶ θείας τέχνης (e cod. Venet. Marc. 299, fol. 66r) OSTANES Magus Alchem., vel Pseudo–Ostanes Ὀστάνου φιλοσόφου πρὸς Πετάσιον περὶ τῆς ἱερᾶς ταύτης καὶ θείας τέχνης (e cod. Venet. Marc. 299, fol. 66r) Citation: Volume — page — (line) | ||
2.261(9t) | ὈΣΤΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΠΕΤΑΣΙΟΝ ΠΕΡΙ | |
10t | ΤΗΣ ΙΕΡΑΣ ΤΑΥΤΗΣ ΚΑΙ ΘΕΙΑΣ ΤΕΧΝΗΣ | |
---|---|---|
11 | Τῆς φύσεως τὸ ἄτρεπτον ἐν μικρῷ ὕδατι τέρπεται· αἱ κράσεις γὰρ αὐτὸ τέρπουσιν τῆς ὑφεστώσης ὑποστάσεως· διὰ γὰρ τοῦ ἐρασ‐ μίου καὶ θείου ὕδατος τούτου πᾶν νόσημα θεραπεύεται. Ὀφθαλμοὶ βλέπουσι τυφλῶν, ὦτα ἀκούουσι κωφῶν, μογιλάλοι τρανῶς λαλοῦσιν. | |
15 | Ἔστι δὲ εἰκότως ἡ σκευὴ τοῦ θείου ὕδατος τοιαύτη. Λαβὼν ὠὰ δρυίνου ὄφεως ἐν αὐγούστῳ μηνὶ ἐν ὄρεσι διατρίβοντος Ὀλυμπίου | |
ἢ Λιβάνου ἢ Ταύρου, προσφάτων ὄντων, ἔκχεον ἐν ὑελίνῳ | 261 | |
2.262 | ἀγγείῳ λίτραν μίαν· ἐπιβαλὼν ἐν αὐτῷ ὕδατι θείῳ, ἤγουν θερ‐ μοῦ, ἀνάγαγε ἐν οὐρανίᾳ θεῖον ἄπυρον τετρακὶς, ἄχρις αὐτοῦ πορφυρό‐ χροος γένηται ἡ ἀνάλειψις τοῦ ἐλαίου. Λαβὼν ἀμιάντου 𐆄 ιγʹ, αἵματος κογχύλης 𐆄 θʹ, ὠὰ χρυσοπτέρων ἱεράκων 𐆄 εʹ, εὑρισκομένων πλησίον | |
5 | τῶν κέδρων τοῦ Λιβάνου ἐν τῷ ὄρει· ταῦτα λειοτριβήσας τὰ εἴδη ἐν θυείᾳ λιθίνῃ τὴν ἀμίαντον καὶ τὴν κογχύλην καὶ τὰ ὠὰ, ἕως ἂν ἑνωθῶσιν ὁμοῦ πάντα· καὶ μετὰ ταῦτα ἐν ὑελίνῳ ἄμβικι ἐξωράϊσον ἑπτάκις, καὶ ἀπόθες. Ἀνάγαγε τὸ πρῶτον σύνθεμα μετὰ τοῦ δευτέ‐ ρου, καὶ λείου ἐν τρισὶν ἡμέραις· καὶ μετὰ τὴν τελείωσιν, ἐπίβαλλε | |
10 | ἐν ὑελίνῳ 〈ἀγγείῳ〉 πάντα ὁμοῦ λειωθέντα· καὶ θάψον ἐν ὕδατι θαλασσίῳ ἡμέραν αʹ· καὶ ἐτελέσθη τὸ θεῖον ὕδωρ. Τοῦτο τὸ ὕδωρ τὰ νεκρὰ ἀνιστᾷ καὶ τὰ ζῶντα νεκροῖ, τὰ σκοτεινὰ φωτίζει καὶ τὰ φωτεινὰ σκοτίζει, ὕδωρ θαλάσσιον δράσσεται, καὶ τὸ πῦρ ἀπολύει· καὶ ταῦτα διὰ μικρᾶς σταγόνος τὰ μολιβδοειδῆ χρυ‐ | |
15 | σοειδῆ ἐργάζεται, συνεργοῦντος τοῦ τῇ ἀοράτῳ καὶ παντοδυνάμῳ δυνάμει καὶ σοφίᾳ χρησαμένου, καὶ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι τὰ σύμπαντα καὶ ἀχθῆναι καὶ γενέσθαι καὶ μορφοῦσθαι κελεύσαντος· ᾧ καὶ κράτος νέμειν δεῖ αὐτῷ τῷ μόνῳ, καὶ καθολικῷ καὶ ἀληθινῷ Θεῷ, σὺν τῷ ζωαρχικῷ τῆς ἡμετέρας ζωῆς καὶ σωτηρίας Χριστῷ Ἰησοῦ, σὺν τῷ | |
20 | νοερῷ καὶ ἡγεμονικῷ Θείῳ Πνεύματι, δόξα, μεγαλοπρέπεια εἰς τοὺς | |
ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν. | 262 |